Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 18
Athanasius Alexandrinus, Apologia ad Constantium 18.2
Not analysed yet
μὴ τοῦτο ψευδέσθωσαν οἱ ἀμαθεῖς, ἀλλὰ παρὰ μὲν τῶν πατέρων μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς γραφάς, μᾶλλον δὲ παρὰ σοῦ μαθέτωσαν –φιλόλογος γὰρ εἶ –,ὅτι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ Ζοροβάβελ ὁ Σαλαθιὴλ ὁ σοφὸς καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου γραμματεύς, ὅτι τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου καὶ ἐνστάσης τῆς σκηνοπηγίας –ἑορτὴ δὲ ἦν αὕτη καὶ πανήγυρις καὶ εὐχὴ μεγάλη ἐν τῷ Ἰσραήλ –συνήγαγον τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ καὶ τὸ θυσιαστήριον τοῦ θεοῦ ἡτοίμασαν κἀκεῖ προσήνεγκαν κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν.