Ancient Greek · ~4 min
18.3 to 18.6
Athanasius Alexandrinus, Apologia ad Constantium 18.3-6
Not analysed yet
καὶ λοιπὸν οὕτως τὰς κατὰ σάββατον καὶ νουμηνίαν προσέφερον θυσίας καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέφερον. καὶ φανερῶς φησὶν ἡ γραφή, ὅτι ταῦτα ἐγίγνετο καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο· ἀλλὰ μᾶλλον τούτων οὕτως εὐχομένων ὁ οἶκος προέκοπτεν ὁ οἰκοδομούμενος. καὶ οὔτε διὰ τὴν προσδοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ εὐχαὶ οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπεπόδισται τὰ ἐγκαίνια, ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο καί, ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν καὶ πάντες ἑώρτασαν ἐπὶ τῇ τελεσιουργίᾳ. τοῦτο δὲ πάλιν καὶ ὁ μακαρίτης Ἀλέξανδρος καὶ οἱ ἄλλοι πατέρες πεποιήκασι· συναγαγόντες γὰρ καὶ τελειώσαντες τὸ ἔργον ηὐχαρίστησαν τῷ κυρίῳ ἐγκαίνια ἐπιτελέσαντες. τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ· ἕτοιμος γὰρ ὁ τόπος προαγνισθεὶς ταῖς προγενομέναις εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. τοῦτο μὲν οὖν πληρώσειας καὶ τὴν εὐχὴν ἀποδοίης τῷ κυρίῳ, ᾧ καὶ τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.