Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 2
Athanasius Alexandrinus, Apologia ad Constantium 2.3
Not analysed yet
ἀλλ’ ἐσφάλησαν· οὐ γὰρ ὡς ἠθέλησαν ἤκουσας, ἀλλὰ τῇ μακροθυμίᾳ δέδωκας καὶ ἡμῖν χώραν ἀπολογεῖσθαι. τὸ γὰρ μὴ παραυτὰ κινηθῆναι καὶ τιμωρίαν ἀπαιτῆσαι οὐδὲν ἦν ἕτερον ἢ ὡς δίκαιον βασιλέα περιμεῖναι καὶ τὴν τοῦ διαβληθέντος ἀπολογίαν· ἧς ἐὰν καταξιώσῃς ἀκοῦσαι, τεθάρσηκα ὡς καὶ ἐν τούτοις καταγνώσῃ τῶν προπετευσαμένων καὶ μὴ φοβηθέντων τὸν θεὸν ἐντειλάμενον μηδὲν ψεῦδος ἀπὸ στόματος βασιλεῖ λέγεσθαι .