Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.1
Not analysed yet
Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. οἶδε γὰρ ἀκριβῶς, ὅτι τε αὐτὸς ψεύδεται καὶ οὔτε ἐμάνην ἐγὼ οὔτε τῶν φρενῶν ἐξέστηκα, ἵνα κἂν ὡς ἐνθυμηθείς τι τοιοῦτον ὑπονοηθῶ.