Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 20
Athanasius Alexandrinus, Apologia ad Constantium 20.1
Not analysed yet
Πόθεν δὲ ἄρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες, ἐβουλόμην παρ’ αὐτῶν ἀκοῦσαι. τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε, ποίησον αὐτοὺς ἀποκρίνασθαι. δυνήσῃ γὰρ ἐκ τούτου μαθεῖν, ὅτι καὶ ταύτην ἔπλασαν ὥσπερ κἀκείνην ἐθρύλησαν περὶ τοῦ δυσωνύμου Μαγνεντίου. καταγνωσθέντες δὲ καὶ περὶ ταύτης, εἰς ποίαν ἄρα μετὰ ταῦτα πάλιν ἕλκουσιν ἡμᾶς ἀπολογίαν; τοῦτο γὰρ μεμελετήκασι καὶ ταύτην ἔχουσιν, ὡς ὁρῶ, σπουδὴν, πάντα κινεῖν καὶ θορυβεῖν.