Ancient Greek · ~6 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 19
Athanasius Alexandrinus, Apologia ad Constantium 19
Not analysed yet
Δὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολὴν καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν ὡς ἀντιστάντος ἐμοῦ τοῖς σοῖς προστάγμασιν, ὥστε μὴ ἐξελθεῖν τὴν ἐκκλησίαν. ἐκείνους μὲν οὖν θαυμάζω μὴ ἀποκάμνοντας ταῖς συκοφαντίαις, ἐγὼ δὲ ὅμως οὐδὲ οὕτως ἀποκάμνω, χαίρω δὲ μᾶλλον ἀπολογούμενος. ὅσῳ γὰρ ἀπολογίαι πολλαί, τοσούτῳ καὶ πλέον ἐκεῖνοι δύνανται καταγινώσκεσθαι. οὐκ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας, μὴ γένοιτο· οὐ γὰρ τηλικοῦτος ἤμην, ἵνα καὶ λογιστῇ πόλεως ἀντιστῶ, μήτιγε τηλικούτῳ βασιλεῖ. καὶ περὶ τούτου οὐ τοσοῦτον δεῖ τῶν παρ’ ἐμοῦ λόγων, πᾶσα γὰρ ἡ πόλις μοι μαρτυρεῖ. συγχώρησον δὲ ὅμως καὶ τοῦτο πάλιν ἐξ ἀρχῆς διηγήσασθαι τὸ πρᾶγμα. καὶ γὰρ ἀκούσας θαυμάσεις, εὖ οἶδ’ ὅτι, τῶν ἐχθρῶν τὴν εὐχέρειαν. Μοντάνος ὁ παλατῖνος ἦλθε κομίζων ἐπιστολὴν ὡς ἐμοῦ γράψαντος, ἵνα εἰς τὴν Ἰταλίαν ἔλθω καὶ ἃ νομίζω λείπειν τοῖς ἐκκλησιαστικοῖς ταῦτα πληρωθῆναι δυνηθῇ. τῇ μὲν οὖν σῇ εὐσεβείᾳ χάρις, ὅτι κατηξίωσεν ὡς ἐμοῦ γράψαντος ἐπινεῦσαι καὶ τῆς ὁδοῦ πρόνοιαν πεποίηκεν ὑπὲρ τοῦ ταύτην ἐλθεῖν καὶ ἀκμητὶ διανῦσαί με, τοὺς δὲ ψευσαμένους τὰς σὰς ἀκοὰς τεθαύμακα πάλιν μὴ φοβηθέντας, ὅτι τὸ ψεῦδος ἴδιόν ἐστι τοῦ διαβόλου καὶ οἱ ψευδόμενοι ἀλλότριοί εἰσι τοῦ λέγοντος ἐγώ εἰμι ἡ ἀλήθεια . οὐ γὰρ ἔγραψα οὐδὲ τοιαύτην ἐπιστολὴν εὑρεῖν ὁ κατήγορος δυνήσεται. εἰ καὶ ἔδει με γράφειν καθημέραν, ἵνα τὴν ἀγαθήν σου πρόσοψιν θεωρῶ, ἀλλ’ οὔτε τὰς ἐκκλησίας καταλιμπάνειν ὅσιον οὐδὲ δι’ ὄχλου τῇ σῇ εὐσεβείᾳ γίνεσθαι δίκαιον ἦν, μάλιστα ὅτι καὶ ἀπόντων ἡμῶν ἐπινεύεις ταῖς ἐκκλησιαστικαῖς ἀξιώσεσιν. ἃ μὲν οὖν ἐκέλευσε Μοντάνος, κέλευσον ἀναγνῶναί με· ἔστι γὰρ ταῦτα·