Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 20
Athanasius Alexandrinus, Apologia ad Constantium 20.3
Not analysed yet
ἴσχυσε γάρ ποτε ἡ τοῦ Δωὴκ κατὰ τῶν ἱερέων τοῦ θεοῦ· ἀλλ’ ὁ ἀκούσας Σαοὺλ ἦν ὁ ἄδικος. καὶ Ἰεζάβελ δὲ διαβαλοῦσα ἠδυνήθη βλάψαι τὸν θεοσεβέστατον Ναβουθαί, ἀλλὰ καὶ Ἀχαὰβ ὁ πονηρὸς καὶ ἀποστάτης ὁ ἀκούων. ὁ δὲ ἁγιώτατος Δαυίδ, οὗ μιμητὴν εἶναί σε προσήκει καὶ πάντες εὔχονται, τοὺς τοιούτους οὔτε προσίεται, ἀλλὰ καὶ ὡς λυσσῶντας κύνας ἀπεστρέφετο λέγων τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον . ἐφύλαττε γὰρ τὴν λέγουσαν ἐντολὴν οὐ παραδέξῃ ἀκοὴν ματαίαν · μάταια δὲ καὶ τὰ τούτων ἐστὶ παρὰ σοί, ᾔτησας γὰρ ὡς ὁ Σολομὼν καὶ σὺ παρὰ κυρίου καὶ εἰληφέναι πίστευε τὸ μάταιον λόγον καὶ ψευδῆ μακρὰν ἀπὸ σοῦ γενέσθαι προσήκειν.