Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 21
Athanasius Alexandrinus, Apologia ad Constantium 21.1
Not analysed yet
Διὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθεῖν ἡμᾶς παρὰ σέ. τὸ γὰρ μὴ κελεῦσαι πάντως ἐλθεῖν, ἀλλὰ καὶ γράψαι ὡς ἐμοῦ γράψαντος καὶ θέλοντος διορθώσασθαι τὰ δοκοῦντα λείπειν καίτοι μηδενὸς λέγοντος, φανερὸν ἦν παρὰ γνώμην εἶναι τῆς σῆς ἡμερότητος τὴν κομισθεῖσαν ἐπιστολήν.