Ancient Greek · ~4 min
21.2 to 21.4
Athanasius Alexandrinus, Apologia ad Constantium 21.2-4
Not analysed yet
τοῦτο πάντες ἔγνωσαν, τοῦτο καὶ γράφων ἐδήλωσα καὶ οἶδε Μοντάνος, ὅτι οὐ τὸ ἐλθεῖν παρῃτούμην, ἀλλὰ τὸ ὡς ἐμοῦ γράψαντος ἐλθεῖν ἀπρεπὲς ἡγούμην, ἵνα μὴ καὶ ἐν τούτῳ πρόφασιν εὕρωσιν οἱ συκοφάνται πάλιν ὡς ὀχληροῦ γενομένου μου τῇ σῇ θεοσεβείᾳ. ἀμέλει παρεσκευασάμην –καὶ τοῦτο οἶδεν αὐτός –,ἵνα, ἐὰν γράψαι καταξιώσῃς, εὐθὺς ἐξέλθω καὶ φθάσω τῇ προθυμίᾳ τὸ προσταχθέν. οὐ γὰρ ἐμαινόμην ἀντειπεῖν τοιούτῳ σου προστάγματι. μὴ γραψάσης τοίνυν ὄντως τῆς σῆς εὐσεβείας, πῶς ἀντέστην μὴ κελευσθείς; ἢ πῶς λέγουσιν· οὐκ ἐπείσθην καίτοι προστάξεως μὴ οὔσης; πῶς οὐ συκοφαντία καὶ τοῦτο τῶν ἐχθρῶν πλαττόντων τὸ μὴ γενόμενον ὡς γενόμενον; φοβοῦμαι μὴ καὶ νῦν ἀπολογουμένου μου θρυλήσωσιν ὡς μὴ ἀξιώσαντος ἀπολογήσασθαι. οὕτως ἐγὼ μὲν εὐχερής εἰμι παρ’ αὐτοῖς εἰς τὸ κακηγορεῖσθαι παρ’ αὐτῶν, αὐτοὶ δὲ ταχεῖς εἰς τὸ συκοφαντεῖν καὶ καταφρονεῖν τῆς γραφῆς λεγούσης μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς .