Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 24
Athanasius Alexandrinus, Apologia ad Constantium 24.1
Not analysed yet
Περὶ ταύτης ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν, ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων ἆρ’ οὐκ εἰκότως ἀπῄτουν γράμματα καὶ οὐ προσεῖχον προφάσεσιν ἁπλῶς; ἐκεῖνοι δὲ μὴ δεικνύοντες πρόσταγμα τῆς σῆς εὐσεβείας οὐκ ἄντικρυς ἐναντία ταύτης τῆς ἐπιστολῆς ἔπραττον; ἐγὼ δέ, ὅτι γράμματα οὐ παρεῖχον, οὐκ ἀκολούθως ἡγούμην ἐικός, αὐτῶν εἶναι τὰς φάσεις; τοῖς τοιούτοις γὰρ μὴ προσέχειν με προσέταττεν ἡ ἐπιστολὴ τῆς σῆς φιλανθρωπίας.