Ancient Greek · ~4 min
24.2 to 24.5
Athanasius Alexandrinus, Apologia ad Constantium 24.2-5
Not analysed yet
δικαίως οὖν τοῦτο ἐποίουν, θεοφιλέστατε Αὔγουστε, ἵνα, ὥσπερ ἔχων ἐπιστολὰς εἰσῆλθον εἰς τὴν πατρίδα, οὕτως ἔχων πρόσταξιν ἀπ’ αὐτῆς ἐξέλθω καὶ μὴ ὡς φυγὼν τὴν ἐκκλησίαν ὑπεύθυνός ποτε γένωμαι, ἀλλ’ ὡς κελευσθεὶς ἔχω πρόφασιν τῆς ἀναχωρήσεως. τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ πλεῖστον δὲ τῆς πόλεως μέρος μετ’ αὐτῶν, ἵνα μὴ λέγω πλέον, ἀπελθόντες πρὸς Συριανὸν ἠξίουν –ἐκεῖ δὲ ἦν καὶ ὁ ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος· ἡ δὲ ἀξίωσις ἦν ἢ γράψαι καὶ ἀποστεῖλαί μοι ἢ μηκέτι διοχλεῖν ταῖς ἐκκλησίαις, ἕως ἂν αὐτοὶ οἱ λαοὶ περὶ τούτου πρεσβεύσωνται παρὰ σοί. ἐπὶ πολὺ τοίνυν αὐτῶν ἀξιούντων συνιδὼν Συριανὸς τὸ εὔλογον διεβεβαιώσατο μαρτυρόμενος τὴν σὴν σωτηρίαν –καὶ ἐπὶ τούτῳ παρῆν τότε καὶ Ἱλάριος –,μηκέτι μὲν διοχλεῖν, ἀναφέρειν δὲ ἐπὶ τὴν σὴν θεοσέβειαν. τοῦτο οἶδεν ἡ τάξις τοῦ δουκὸς καὶ ἡ τάξις τοῦ ἐπάρχου τῆς Αἰγύπτου. καὶ ὁ πρύτανις δὲ τῆς πόλεως ἔχει τὰς φωνὰς καὶ δύνασαι μαθεῖν, ὅτι οὔτε ἐγὼ οὔτε τις ἕτερος ἀντιλέγων ἦν τῇ σῇ προστάξει.