Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 26
Athanasius Alexandrinus, Apologia ad Constantium 26.4
Not analysed yet
πῶς οὐκ ἄν τις εὐλόγως τὴν ἀμέλειαν τῶν λαῶν εἰς ἐμὲ μετήνεγκε; πῶς δὲ οὐκ ἂν ἐμέμψατο καὶ ἡ σὴ εὐσέβεια δικαίως λέγουσα· διὰ τί μετὰ γραμμάτων εἰσελθὼν χωρὶς γραμμάτων ἀναχωρεῖς καὶ κατέλειψας τοὺς λαούς; πῶς δὲ καὶ αὐτὸς ὁ λαὸς οὐκ ἂν εἰκότως ἐν ἡμέρᾳ κρίσεως τὴν ἑαυτῶν ἀμέλειαν ἔρριψαν εἰς ἐμὲ λέγοντες· ὁ ἐπισκεπτόμενος ἡμᾶς ἔφυγε καὶ ἠμελήθημεν οὐκ ὄντος τοῦ ὑπομιμνήσκοντος;