Ancient Greek
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 26
Athanasius Alexandrinus, Apologia ad Constantium 26.3
Not analysed yet
εἰ τοίνυν ἤμην φυγών, ποίαν ἀπολογίαν εἶχον παρὰ τοῖς ἀληθινοῖς ἐπισκόποις, μᾶλλον δὲ παρὰ τῷ πεπιστευκότι τὴν ἀγέλην; ἔστι δὲ οὗτος ὁ κρίνων πᾶσαν τὴν γῆν, ὁ ἀληθινὸς παμβασιλεὺς καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.