Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 27
Athanasius Alexandrinus, Apologia ad Constantium 27.2
Not analysed yet
ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος καὶ τὴν ἔρημον ἐξελθόντος ἀκοή τις γέγονεν ἐξαίφνης, ἥτις ἄπιστος μὲν εἶναι κατὰ τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦτα ἀληθὴς ἐδείχθη. ἐθρυλεῖτο γὰρ πανταχοῦ, ὅτι Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος καὶ ὁ τῶν Σπανίων Ὅσιος ὁ μέγας, Παυλῖνός τε ὁ τῶν Γαλλίων καὶ Διονύσιος καὶ Εὐσέβιος οἱ τῆς Ἰταλίας, Λουκίφερός τε ἀπὸ Σαρδανίας καὶ ἄλλοι τινὲς ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐξωρίσθησαν, ὅτι μὴ ἠνέσχοντο καθ’ ἡμῶν ὑπογράψαι.