Ancient Greek · ~2 min
27.3 to 27.4
Athanasius Alexandrinus, Apologia ad Constantium 27.3-4
Not analysed yet
καὶ οὗτοι μὲν ἐξωρίσθησαν, Οὐικέντιος δὲ ὁ τῆς Καπύης καὶ Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληίας, Ἠρέμιός τε ὁ τῆς Θεσσαλονίκης καὶ πάντες οἱ κατὰ τὴν δύσιν ἐπίσκοποι βίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δεινὰς ὕβρεις πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. εἶτα καὶ θαυμαζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τούτοις, ἰδοὺ πάλιν ἑτέρα τις κατέλαβεν ἀκοὴ περὶ τῶν κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας, ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ ἐκκλησίαι τοῖς ὁμολογοῦσι τὰ Ἀρείου παρεδόθησαν. καὶ ἐξωρίσθησαν μὲν δέκα καὶ ἕξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκάσθησαν ὑποκρίνασθαι.