Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 27
Athanasius Alexandrinus, Apologia ad Constantium 27.6
Not analysed yet
διηγεῖσθαι δὲ αὐτὰ νῦν ἴσως ἀπρεπές, μὴ ἄρα καὶ μόνον τούτων ἡ μνήμη δάκρυα πᾶσι κινήσῃ. καὶ γὰρ τοσαύτη ἦν ἡ ὠμότης, ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφήν, ἀλλ’ ἔξω ῥίπτεσθαι τοῖς κυσίν, ἕως μετὰ πολλῆς ζημίας κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα καὶ πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.