Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 27
Athanasius Alexandrinus, Apologia ad Constantium 27.5
Not analysed yet
τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς ἐν Ἀλεξανδρείᾳ εὐχομένων τῶν ἀδελφῶν ἐν τῷ πάσχα καὶ ταῖς κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχιλίων ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων ἐπελθεῖν κατὰ τῶν Χριστιανῶν καὶ λοιπὸν τοιαῦτα γενέσθαι, οἷα ἂν γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς κατὰ γυναικῶν καὶ παίδων οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ θεῷ.