Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 28
Athanasius Alexandrinus, Apologia ad Constantium 28.4
Not analysed yet
καὶ οἱ μὲν ἀπὸ Ἀλεξάνδρου ἐπίσκοποι, μονάζοντες καὶ ἀσκηταί, ἐξωρίσθησαν, οἱ δὲ σοφοὶ περὶ τὰς διαβολὰς διέφθειραν τὸ ὅσον ἐπ’ αὐτοῖς τὴν ἀποστολικὴν διάταξιν καὶ τὰς ἐκκλησίας ἐμίαναν. μεγάλα γε ἐκέρδησαν αὐτῶν αἱ συκοφαντίαι, ἵνα ἐξῇ αὐτοῖς παρανομεῖν καὶ τοιαῦτα πράττειν ἐν τοῖς σοῖς καιροῖς, ὥστε κατ’ αὐτῶν εἶναι τὸ γεγραμμένον οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν .