Ancient Greek · ~2 min
29.1 to 29.2
Athanasius Alexandrinus, Apologia ad Constantium 29.1-2
Not analysed yet
Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆς ὁδοῦ πρὸς τὴν σὴν εὐσέβειαν. καὶ τοῦτο μᾶλλον σπουδαιότερον ἔπραττον θαρρῶν, ὅτι παρὰ γνώμην μὲν τῆς σῆς εὐσεβείας ἐπράττετο ταῦτα, εἰ μάθοι δὲ ἡ σὴ φιλανθρωπία τὰ γενόμενα, κωλύσει τοῦ λοιποῦ γενέσθαι· μὴ γὰρ εἶναι θεοσεβοῦς βασιλέως θέλειν ἐξορίζεσθαι ἐπισκόπους καὶ γυμνοῦσθαι παρθένους ἢ ὅλως τὰς ἐκκλησίας ταράττεσθαι.