Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 29
Athanasius Alexandrinus, Apologia ad Constantium 29.3
Not analysed yet
ἀλλὰ τοιαῦτα λογιζομένους ἡμᾶς καὶ σπεύδοντας ἐν ταῖς ὁδοῖς ἰδοὺ πάλιν τρίτη τις κατέλαβεν ἀκοὴ ὅτι γέγραπται τοῖς ἐν Αὐξούμει τυράννοις, ὥστε Φρουμέντιον τὸν ἐπίσκοπον τῆς Αὐξούμεως ἐκεῖθεν ἀχθῆναι καὶ ἐμὲ μὲν μέχρι τῆς βαρβάρων ζητεῖσθαι καὶ εἰς τὰ λεγόμενα κομεντάρια τῶν ἐπάρχων παραπέμπεσθαι, τοὺς δὲ λαοὺς καὶ τοὺς κληρικοὺς πάντας ἀναγκάζεσθαι κοινωνεῖν τῇ ἀρειανῇ αἱρέσει, ἐὰν δὲ μὴ ὑπακούσωσιν, ἀποθνήσκειν τοὺς τοιούτους· καὶ ὅτι οὐ λόγῳ μόνον ἐθρυλεῖτο ταῦτα, ἀλλὰ καὶ αὐτοῖς ἔργοις ἐδείκνυτο, .