Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.6
Not analysed yet
δύναται Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληίας ἐπίσκοπος μαρτυρῆσαι περὶ τούτου, ἱκανός ἐστιν ὁ πατὴρ Ὅσιος εἰπεῖν καὶ Κρισπῖνος ὁ τῆς Πατάβων καὶ Λούκιλλος ὁ ἐν Βερωνὶ καὶ Διονύσιος ὁ ἐν Ἤλιδι καὶ Βικέντιος ὁ ἐν Καμπανίᾳ ἐπίσκοπος. καὶ ἐπειδὴ τετελευτήκασι Μαξιμῖνος ὁ Τριβέρεως καὶ Προτάσιος ὁ τῆς Μεδιολάνου, δύναται καὶ Εὐγένιος ὁ γενόμενος μάγιστρος μαρτυρῆσαι· αὐτὸς γὰρ εἱστήκει πρὸ τοῦ βήλου καὶ ἤκουεν ἅπερ ἠξιοῦμεν αὐτὸν καὶ ἅπερ αὐτὸς κατηξίου λέγειν ἡμῖν.