Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 3
Athanasius Alexandrinus, Apologia ad Constantium 3.5
Not analysed yet
εἰ δὲ καὶ τὰ κατ’ ἰδίαν λεγόμενα καθ’ ὑμῶν τῶν βασιλέων οὐ κρύπτεται, πῶς οὐκ ἄπιστον, εἰ παρόντος βασιλέως καὶ τοσούτων ἑστώτων ἔλεγον κατὰ σοῦ; οὐ γὰρ μόνος ἑώρακά ποτε τὸν ἀδελφόν σου οὐδὲ μόνῳ μοί ποτε ἐκεῖνος ὡμίλησεν, ἀλλ’ ἀεὶ μετὰ τοῦ ἐπισκόπου τῆς πόλεως ἔνθα ἦν καὶ ἄλλων τῶν ἐκεῖ παρατυγχανόντων εἰσηρχόμην κοινῇ τε αὐτὸν ἐβλέπομεν καὶ κοινῇ πάλιν ἀνεχωροῦμεν.