Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 30
Athanasius Alexandrinus, Apologia ad Constantium 30.Ἀντίγραφον ἐπιστολῆς·
Not analysed yet
Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμνημένη πειθηνίαν ἑαυτὴν συνήθως καὶ νῦν παρέσχηκεν, ἡμεῖς δέ, εἰ μὴ καὶ τὸν Ἀλέξανδρον ἀποκρύψαιμεν εὐνοίᾳ τῇ περὶ τὴν πόλιν τὴν ὑμετέραν, οὐ τὰ τυχόντα πλημμελεῖν συνεισόμεθα.