Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 30
Athanasius Alexandrinus, Apologia ad Constantium 30.2
Not analysed yet
ὡς μὲν γὰρ σωφροσύνης ἴδιον τὴν δίαιταν κοσμίαν ἑαυτῷ διὰ πάντων ἄγειν, βασιλείας δὲ τῆς ἀρετῆς –δότε δὲ εἰπεῖν –τῆς ὑμετέρας πρὸ ἁπάντων ἀσπάζεσθαι πρώτους μὲν σοφίας ἐξηγητὰς καταστάντας, πρώτους δὲ θεὸν τὸν ὄντα συνέντας, οἳ καὶ τῶν ἐξηγητῶν τοὺς ἄκρους εἵλεσθε καὶ τὴν ἡμετέραν ψῆφον ἑκόντες ἐστέρξατε τὸν μὲν ἀπατεῶνα καὶ φένακα δικαίως ἀποστραφέντες, τοῖς δὲ σεμνοῖς καὶ παντὸς ἐπέκεινα θαύματος δεόντως προσθέμενοι.