Ancient Greek · ~3 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 35
Athanasius Alexandrinus, Apologia ad Constantium 35.4
Not analysed yet
παρακαλῶ τοίνυν, ἐπειδὴ καὶ γέγραπται· ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει ὀργὴν καὶ δεκτοὶ βασιλεῖ λογισμοὶ δίκαιοι ,δεξάμενος καὶ ταύτην τὴν ἀπολογίαν ἀπόδος ταῖς πατρίσι καὶ ταῖς ἐκκλησίαις πάντας τοὺς ἐπισκόπους καὶ τοὺς ἄλλους κληρικούς, ἵνα τῶν μὲν διαβαλλόντων ἡ πονηρία δειχθῇ, σὺ δὲ καὶ νῦν καὶ ἐν ἡμέρᾳ κρίσεως ἔχῃς παρρησίαν εἰπεῖν τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν καὶ παμβασιλεῖ Ἰησοῦ Χριστῷ· οὐδένα τῶν σῶν ἀπώλεσα ,ἀλλ’ οἱ μὲν ἐπιβουλεύσαντες πᾶσιν οὗτοί εἰσιν, ἐγὼ δὲ ἐπὶ μὲν τοῖς τετελευτηκόσι καὶ ταῖς ξεσθείσαις παρθένοις τοῖς τε ἄλλοις τοῖς κατὰ τῶν Χριστιανῶν γενομένοις ἠχθέσθην, τοὺς δὲ ἐξορισθέντας ἐπανήγαγον καὶ ἀποδέδωκα ταῖς ἰδίαις ἐκκλησίαις.