Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 35
Athanasius Alexandrinus, Apologia ad Constantium 35.3
Not analysed yet
οἱ γὰρ τοιαύτας διαβολὰς εἰπεῖν κατ’ ἐμοῦ μὴ παραιτησάμενοι παρὰ τηλικούτῳ Αὐγούστῳ, οἱ τοιαῦτα κατ’ ἐπισκόπων καὶ παρθένων ἐπιχειρήσαντες, εὔδηλον ὡς καὶ τὸν ἡμῶν θάνατον ἐθήρευον. ἀλλὰ χάρις τῷ κυρίῳ τῷ τὴν βασιλείαν σοι δεδωκότι· πάντες γὰρ ἐπιστώσαντο περί τε τῆς σῆς φιλανθρωπίας καὶ τῆς ἐκείνων πονηρίας, ἧς ἕνεκα καὶ κατὰ τὴν ἀρχὴν ἔφυγον, ἵνα ταῦτα μὲν ἐγώ σοι προσφωνήσω, σὺ δὲ εὕρῃς, τίνα φιλανθρωπεύσῃ.