Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 5
Athanasius Alexandrinus, Apologia ad Constantium 5.1
Not analysed yet
Ποῖον τοίνυν τόπον ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα, οἷα ὡς εἰπόντος μου κατεψεύσατο; ἢ τίς ἐστιν ὁ τούτῳ συνηγορῶν καὶ μαρτυρῶν; ἃ γὰρ εἶδον οἱ ὀφθαλμοὶ αὐτοῦ, ταῦτα καὶ λέγειν ὀφείλει ,ὡς ἡ θεία γραφὴ παρήγγειλεν.