Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 5
Athanasius Alexandrinus, Apologia ad Constantium 5.2
Not analysed yet
οὐδένα μὲν οὖν οὗτος εὑρήσει μάρτυρα τῶν μὴ γενομένων, ἐγὼ δέ, ὅτι οὐ ψεύδομαι, μάρτυρα μετὰ τῆς ἀληθείας καὶ τὴν σὴν εὐσέβειαν ἔχω. ἀξιῶ γὰρ γινώσκων σε μνημονικώτατον ἀναμνησθῆναι τῶν λόγων, ὧν ἀνέφερον τότε, ὅτε κατηξίωσας ἰδεῖν με –πρῶτον μὲν ἐν Βιμινακίῳ, δεύτερον δὲ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας καὶ τρίτον ἐν Ἀντιοχείᾳ –,εἰ κἂν τῶν περὶ Εὐσέβιον τῶν με λυπησάντων κακῶς ἐμνημόνευσα παρὰ σοί, εἰ διέβαλόν τινας τῶν ἀδικησάντων με.