Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 6
Athanasius Alexandrinus, Apologia ad Constantium 6.5
Not analysed yet
ποία τοίνυν συνήθεια τῷ μὴ γινωσκομένῳ πρὸς τὸν μὴ γινώσκοντα; ποία με πρόφασις εἷλκε γράψαι τῷ τοιούτῳ; ποῖον προοίμιον τῆς ἐπιστολῆς ἔτασσον γράφων αὐτῷ; ὅτι τὸν τιμῶντά με, οὗ τῶν εὐεργεσιῶν οὐκ ἄν ποτε ἐπιλαθοίμην, τοῦτον φονεύσας καλῶς ἐποίησας, καὶ ἀποδέχομαί σε τοὺς γνωρίμους ἡμῶν Χριστιανοὺς καὶ πιστοτάτους ἄνδρας ἀνελόντα, καὶ θαυμάζομέν σε σφάξαντα τοὺς ἐν Ῥώμῃ γνησίως ἡμᾶς ὑποδεξαμένους, τὴν μακαρίαν σου θείαν τὴν ἀληθῶς εὔτροπον καὶ Ἀβουρήιον τὸν γνήσιον ἐκεῖνον καὶ Σπειράντιον τὸν πιστότατον καὶ ἄλλους πολλοὺς καλούς;