Ancient Greek · ~2 min
6.3 to 6.4
Athanasius Alexandrinus, Apologia ad Constantium 6.3-4
Not analysed yet
ἀλλὰ καὶ οὕτω τῇ χάριτι τοῦ κυρίου ταύτας εὑρὼν πάλιν ἀπορῶ, ποίαν ἀρχὴν τῆς ἀπολογίας ποιήσομαι· ὁσάκις γὰρ ἂν ἐπιβάλωμαι λέγειν, ἐμποδίζομαι διὰ τὴν τοῦ πράγματος ἔκπληξιν. ὅλως μὲν γὰρ περὶ τοῦ μακαρίτου σου ἀδελφοῦ πρόφασις ἦν πιθανὴ τοῖς συκοφάνταις ὅτι τε κατηξιούμεθα βλέπειν αὐτὸν καὶ περὶ ἡμῶν ἠξίου γράφειν πρὸς τὴν σὴν ἀδελφικὴν διάθεσιν καὶ παρόντας μὲν ἐτίμα πολλάκις καὶ ἀπόντας δὲ μετεπέμπετο· τὸν δὲ διάβολον Μαγνέντιον –μάρτυς ὁ κύριος καὶ μάρτυς ὁ Χριστὸς αὐτοῦ –οὔτε γινώσκω οὔτε ὅλως ἠπιστάμην αὐτόν.