Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 7
Athanasius Alexandrinus, Apologia ad Constantium 7.3
Not analysed yet
καὶ οὔτε ταῦτα βλέπων ὁ μιαρὸς ᾐδέσθη οὔτε τὴν δοθεῖσαν χάριν τῷ μακαρίτῃ διὰ τοῦ βαπτίσματος πεφόβηται, ἀλλ’ ὡς δαίμων τις ἀλάστωρ καὶ διαβολικὸς ἐμάνη κατ’ αὐτοῦ. τῷ μὲν οὖν μακαρίτῃ τοῦτο γέγονεν εἰς μαρτύριον, ἐκεῖνος δὲ λοιπὸν ὡς δέσμιος κατὰ τὸν Κάιν στένων καὶ τρέμων ἐδιώκετο, ἵνα καὶ τὸν Ἰούδαν ἐν τῷ θανάτῳ μιμήσηται δήμιος καθ’ ἑαυτοῦ γινόμενος καὶ διπλῆν ἐποίσηται καθ’ ἑαυτοῦ τὴν τιμωρίαν ἐν τῇ μετὰ ταῦτα κρίσει.