Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 8
Athanasius Alexandrinus, Apologia ad Constantium 8.1
Not analysed yet
Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι. ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ’ ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς ὅτι κατεψεύσατο. ἐβουλόμην δὲ αὐτόν, ὅστις ἐστίν, ἐνταῦθα παρεῖναι καὶ ἐπ’ αὐτῆς τῆς ἀληθείας ἐρωτῆσαι –ἃ γὰρ ὡς θεοῦ παρόντος λαλοῦμεν, τοῦτον ὅρκον ἔχομεν ἡμεῖς οἱ Χριστιανοί. πότερος ἡμῶν ἔχαιρε τοῦ μακαρίτου Κώνσταντος ζῶντος καὶ τίς μᾶλλον ηὔχετο, καὶ ἡ πρώτη διαβολὴ δείκνυσι καὶ παντὶ τοῦτο δῆλόν ἐστιν.