Ancient Greek
Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1-5
Not analysed yet
Κακὸς ἑρμηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου. ὥσπερ γὰρ ἐκεῖνον οἱ δεινοὶ πλάσται πρὸς ἀπάτης δέλεαρ πλάττουσιν, οἱονεὶ κάλλους αὐτῷ εὐπρέπειαν προσμηχανώμενοι αἰσχίστῳ καθάπαξ ὄντι τὴν φύσιν, ὅπως ἂν τοὺς ταλαιπώρους ἀπολλύοι πλάνην αὐτοῖς προπίνων, τὸν αὐτὸν οὗτος ἂν οἶμαι τρόπον ποιήσειεν, ᾧ μόνον σπουδῆς ἄξιον τοῦτ’ εἶναι δοκεῖ, τὸ τὰ τῆς οἰκείας ἰταμότητος δηλητήρια ἀφειδῶς προβάλλεσθαι.