Ancient Greek
Chapter 1
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1.1
Not analysed yet
Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπεδεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ’ ἐκείνων ἀναισχυντίαν τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον;