Ancient Greek · ~2 min
Chapter 1
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1.2
Not analysed yet
σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες.