Ancient Greek
Chapter 1
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1.3
Not analysed yet
τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· τί ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; καίτοι σημείων τοσούτων γενομένων, ὥστε λέγειν καὶ αὐτούς· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρίζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι.