Ancient Greek
Chapter 1
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1.5
Not analysed yet
δέον τὸ ἔμπαλιν αὐτοὺς λέγειν· διατί σὺ θεὸς ὢν ἄνθρωπος γέγονας; τὰ γὰρ ἔργα θεὸν αὐτὸν ἐδείκνυεν, ἵνα τὴν μὲν ἀγαθότητα τοῦ πατρὸς προσκυνήσωσι, τὴν δὲ δι’ ἡμᾶς αὐτοῦ οἰκονομίαν θαυμάσωσι. τοῦτο μὲν οὔτε ἔλεγον, ἀλλ’ οὔτε τὰ γινόμενα βλέπειν ἐβούλοντο. ἢ ἔβλεπον μέν –ἐξ ἀνάγκης γὰρ ἦν ὁρᾶν αὐτά –πάλιν δὲ ἐγόγγυζον μεταβαλλόμενοι· διατί ἐν τῷ σαββάτῳ θεραπεύεις τὸν παραλυτικόν, καὶ τὸν ἐκ γενετῆς τυφλὸν τότε ποιεῖς ἀναβλέπειν;