Ancient Greek
1.6 to 1.7
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 1.6-7
Not analysed yet
τοῦτο δὲ πρόφασις πάλιν ἦν καὶ μόνον γογγυσμός. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἡμέραις θεραπεύοντος τοῦ κυρίου πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐκεῖνοι συνήθως ἐμέμφοντο καὶ μᾶλλον ἤθελον ἀθεότητος ἔχειν ὑπόνοιαν τὸν Βεελζεβοὺλ ὀνομάζοντες ἢ ἀρνήσασθαι τὴν ἰδίαν πονηρίαν. ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέλεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας.