Ancient Greek
13.1 to 13.3
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 13.1-3
Not analysed yet
Οὐκοῦν λοιπὸν λεγέτωσαν, πόθεν ἄρα καὶ οὗτοι μαθόντες ἢ τίνος αὐτοῖς παραδεδωκότος τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοεῖν ἤρξαντο. ἀνέγνωμεν, φήσουσιν, ἐν ταῖς Παροιμίαις· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. καὶ γὰρ καὶ οἱ περὶ Εὐσέβιον τοῦτο λέγειν ἐδόκουν, καὶ σὺ δὲ γράφων ἐδήλωσας, ὅτι διὰ πολλῶν μὲν ἀποδείξεων ἀνατρεπόμενοι καὶ οὗτοι κατεγινώσκοντο, τοῦτο δὲ ὅμως αὐτοὶ τὸ ῥητὸν ἄνω καὶ κάτω περιφέροντες ἓν τῶν κτισμάτων τὸν υἱὸν εἶναι ἔλεγον καὶ τοῖς γενητοῖς αὐτὸν συνηρίθμουν. ἀλλὰ καὶ τοῦτο δοκοῦσί μοι μὴ νενοηκέναι καλῶς· ἔχει γὰρ τὴν διάνοιαν εὐσεβῆ καὶ λίαν ὀρθήν, ἣν εἰ καὶ αὐτοὶ νενοήκεισαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν. τὰ γὰρ προειρημένα εἰς τὸ ῥητὸν τοῦτο συμβαλλέτωσαν, καὶ ὄψονται πολλὴν ἐν αὐτοῖς οὖσαν τὴν διαφοράν.