Ancient Greek
Chapter 13
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 13.4
Not analysed yet
τίς γὰρ οὐ συνορᾷ διάνοιαν ἔχων ὀρθήν, ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος, ὁ δὲ υἱός, ὡς ἐν τοῖς ἔμπροσθεν ἔδειξεν ὁ λόγος, οὐκ ἔξωθεν ἀλλ’ ἐκ τοῦ γεννῶντος πατρὸς ὑπάρχει; καὶ γὰρ ἄνθρωπος κτίζει μὲν οἰκίαν, γεννᾷ δὲ υἱόν, καὶ οὐκ ἄν τις ἀναστρέφων εἴποι τὴν μὲν οἰκίαν καὶ τὴν ναῦν γεννᾶσθαι παρὰ τοῦ κατασκευάζοντος, τὸν δὲ υἱὸν κτίζεσθαι καὶ ποιεῖσθαι παρὰ τοῦ αὐτοῦ, οὐδὲ πάλιν τὴν μὲν οἰκίαν εἰκόνα τοῦ κτίζοντος, τὸν δὲ υἱὸν ἀνόμοιον τοῦ γεννῶντος. ἀλλὰ μᾶλλον τὸν μὲν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογήσει, τὴν δὲ οἰκίαν τέχνης εἶναι δημιούργημα, εἰ μή τις ἄρα τὴν διάνοιαν νοσοίη καὶ τὰς φρένας παρεξεστηκὼς τυγχάνοι.