Ancient Greek
Chapter 14
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 14.3
Not analysed yet
ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη. καὶ ὥσπερ ἀκούοντες αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ τῇ θεότητι λογίζεσθαι, ἀνοίκειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι’ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα, καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου ἐστίν.