Ancient Greek
14.4 to 14.5
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 14.4-5
Not analysed yet
εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· ὁ γὰρ λόγος σὰρξ ἐγένετο ,ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνηθῶμεν ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. ἀλλ’ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος γενόμενος δι’ ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ ἀθάνατον ἀπετέλει.