Ancient Greek
Εὐσεβίου Καισαρέως τοῦ ἀρειανόφρονος ἐπιστολὴ πρὸς τοὺς τῆς παροικίας αὐτοῦ.
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17
Not analysed yet
Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες καὶ ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ἐσχάτης ὥρας ἐνιστάμεθα, ὅθ’ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε, τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅθ’ ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ’ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις.