Ancient Greek
Chapter 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17.6
Not analysed yet
ὁ μὲν γὰρ θεὸς αὐτὸς διὰ Ἡσαίου τοῦ προφήτου λέγει· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν ,καὶ πάλιν· καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν. ὁ δὲ Δαυὶδ τοῦτο μαθὼν καὶ εἰδὼς τὴν χεῖρα αὐτὴν οὖσαν τὴν σοφίαν ἔψαλλε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· ὡς καὶ Σαλομὼν παρὰ θεοῦ λαβὼν ἔλεγεν· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.