Ancient Greek
Chapter 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17.7
Not analysed yet
Ἰωάννης τε γινώσκων τὴν χεῖρα καὶ τὴν σοφίαν εἶναι τὸν λόγον εὐηγγελίζετο· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. ὁ δὲ ἀπόστολος βλέπων τὴν χεῖρα, τὴν σοφίαν, τὸν λόγον αὐτὸν ὄντα τὸν υἱόν φησι· πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων· δι’ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας ,καὶ πάλιν· εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.