Ancient Greek
Chapter 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17.9
Not analysed yet
ὡς γὰρ διὰ τοῦ λόγου, οὕτως εἰκόνος αὐτοῦ ὄντος ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. οὕτως δέ τις περὶ τοῦ κυρίου διανοούμενος οὐ προσκόψει τῷ λίθῳ τοῦ προσκόμματος, ἀλλὰ μᾶλλον πορεύσεται πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς τῆς ἀληθείας. τοῦτο γὰρ ὄντως ἐστὶ τῆς εὐσεβείας τὸ φρόνημα, κἂν διαρραγῶσιν οὗτοι φιλονεικοῦντες μήτε τὸν θεὸν σεβόμενοι μήτε τοὺς ἐκ τῶν ἀποδείξεων ἐλέγχους ἐντρεπόμενοι.