Ancient Greek
Chapter 18
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 18.1
Not analysed yet
Οἱ μὲν οὖν περὶ Εὐσέβιον οὕτως ἐξεταζόμενοι τότε διὰ πολλῶν καὶ καταγνόντες ἑαυτῶν, καθὰ προεῖπον, ὑπέγραψαν καὶ μεταγνόντες ἠρέμησαν καὶ ἀνεχώρησαν. ἐπειδὴ δὲ οὗτοι νεανιευόμενοι ταῖς ἀσεβείαις καὶ σκοτοδινιῶντες περὶ τὴν ἀλήθειαν οὐδὲν ἕτερον ἢ κακηγορεῖν τὴν σύνοδον ἐπιχειροῦσιν, εἰπάτωσαν ἡμῖν, ἐκ ποίων αὐτοὶ γραφῶν μαθόντες ἢ παρὰ τίνος τῶν ἁγίων ἀκούσαντες συμπεφορήκασιν ἑαυτοῖς ῥημάτια, τὸ ἐξ οὐκ ὄντων καὶ οὐκ ἦν πρὶν γεννηθῇ καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν καὶ τὸ τρεπτόν καὶ τὸ προυπάρχειν καὶ τὸ θελήματι, ἐν οἷς κατὰ τοῦ κυρίου παίζοντες μυθολογοῦσιν.