Ancient Greek
Chapter 18
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 18.3
Not analysed yet
ἐν δὲ τῷ Ποιμένι γέγραπται, ἐπειδὴ καὶ τοῦτο καίτοι μὴ ὂν ἐκ τοῦ κανόνος προφέρουσι· πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα. ἀλλὰ καὶ τοῦτο πάλιν οὐδὲν πρὸς τὸν υἱόν ἐστι· περὶ γὰρ τῶν πάντων λέγει τῶν δι’ αὐτοῦ γενομένων, ὧν καὶ ἄλλος ἐστὶν αὐτός. οὐ γὰρ οἷόν τε τὸν δημιουργοῦντα τοῖς ὑπ’ αὐτοῦ γενομένοις συγκαταριθμεῖν, εἰ μὴ καὶ τὸν ἀρχιτέκτονα τοῖς ὑπ’ αὐτοῦ γενομένοις οἰκοδομήμασι τὸν αὐτὸν ἄν τις παραφρονῶν λέγοι.