Ancient Greek · ~1 min
Chapter 18
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 18.2
Not analysed yet
ὁ μὲν γὰρ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. ἀλλ’ οὐδὲν κοινὸν τῷ λόγῳ πρὸς τοὺς αἰῶνας· αὐτὸς γάρ ἐστιν ὁ προυπάρχων πρὸ τῶν αἰώνων, δι’ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν.