Ancient Greek
Chapter 19
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 19.1
Not analysed yet
Τῆς συνόδου βουλομένης τὰς μὲν τῶν Ἀρειανῶν τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας φωνὰς γράψαι, ὅτι τε υἱός ἐστιν οὐκ ἐξ οὐκ ὄντων, ἀλλ’ ἐκ τοῦ θεοῦ, καὶ λόγος ἐστὶ καὶ σοφία, ἀλλ’ οὐ κτίσμα οὐδὲ ποίημα, ἴδιον δὲ ἐκ τοῦ πατρὸς γέννημα, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς πολυχρονίου κακοδοξίας ἑαυτῶν ἑλκόμενοι ἐβούλοντο τὸ ἐκ τοῦ θεοῦ κοινὸν εἶναι πρὸς ἡμᾶς καὶ τὸν τοῦ θεοῦ λόγον μηδέν τε ἐν τούτῳ διαφέρειν ἡμῶν αὐτὸν διὰ τὸ γεγράφθαι· εἷς θεὸς ἐξ οὗ τὰ πάντα ,καὶ πάλιν· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.